2 Αυγούστου 2026 ΚΥΡΙΑΚΗ Θ ΜΑΤΘΑΙΟΥ 

2 ΑΥΓΟΥΣΤΟΥ 2026  † ΚΥΡΙΑΚΗ Θ´ ΜΑΤΘΑΙΟΥ 
Μνή­μη τῆς ἀ­να­κο­μι­δῆς τοῦ ἱ­ε­ροῦ λει­ψά­νου τοῦ πρω­το­μάρ­τυ­ρος καὶ ἀ­πο­στό­λου Στε­φά­νου (428).
Θε­ο­δώ­ρου νε­ο­μάρ­τυ­ρος τοῦ ἐν Δαρ­δα­νελ­λί­οις (†1690).
Ἦ­χος πλ. δ´. Ἑ­ω­θι­νὸν Θ´. (ΤΜΕ 2 Αὐ­γού­στου §2    &    27 Ἰ­ου­λί­ου §§2-4).

 

Δο­ξαστικόν των Αίνων . Ἑ­ωθινὸν Θ´. Ἦ­χος πλ. α´.
ς ἐπ᾿ ἐ­σχά­των τῶν χρό­νων, οὔ­σης ὀ­ψί­ας Σαβ­βά­των, ἐ­φί­στα­σαι τοῖς φί­λοις Χρι­στέ,
καὶ θαύ­μα­τι θαῦ­μα βε­βαι­οῖς, τῇ κε­κλει­σμέ­νῃ εἰ­σό­δῳ τῶν θυ­ρῶν, τὴν ἐκ νε­κρῶν σου ἀ­νά­στα­σιν·
ἀλλ᾿ ἔ­πλη­σας χα­ρᾶς τοὺς Μα­θη­τάς, καὶ Πνεύ­μα­τος ἁ­γί­ου με­τέ­δω­κας αὐ­τοῖς,
καὶ ἐ­ξου­σί­αν ἔ­νει­μας ἀ­φέ­σε­ως ἁ­μαρ­τι­ῶν, καὶ τὸν Θω­μᾶν οὐ κα­τέ­λι­πες,
τῷ τῆς ἀ­πι­στί­ας κα­τα­βα­πτί­ζε­σθαι κλύ­δω­νι.
Δι­ὸ πα­ρά­σχου καὶ ἡ­μῖν, γνῶ­σιν ἀ­λη­θῆ, καὶ ἄ­φε­σιν πται­σμά­των,
εὔ­σπλαγ­χνε Κύ­ρι­ε.

 

 

Εὐαγγέλιον: Ἐκ τοῦ κα­τὰ Ματ­θαῖ­ον (ιδ´ 22-34)    

Τῷ και­ρῷ ἐ­κεί­νῳ, ἠ­νάγ­κα­σεν ὁ Ἰ­η­σοῦς τοὺς μα­θη­τὰς αὐ­τοῦ ἐμ­βῆ­ναι εἰς τὸ πλοῖ­ον
καὶ προ­ά­γειν αὐ­τὸν εἰς τὸ πέ­ραν, ἕ­ως οὗ ἀ­πο­λύ­σῃ τοὺς ὄ­χλους.
Καὶ ἀ­πο­λύ­σας τοὺς ὄ­χλους ἀ­νέ­βη εἰς τὸ ὄ­ρος κατ᾿ ἰ­δί­αν προ­σεύ­ξα­σθαι.
ὀ­ψί­ας δὲ γε­νο­μέ­νης μό­νος ἦν ἐ­κεῖ.
Τὸ δὲ πλοῖ­ον ἤ­δη μέ­σον τῆς θα­λάσ­σης ἦν, βα­σα­νι­ζό­με­νον ὑ­πὸ τῶν κυ­μά­των·
ἦν γὰρ ἐ­ναν­τί­ος ὁ ἄ­νε­μος.
Τε­τάρ­τῃ δὲ φυ­λα­κῇ τῆς νυ­κτὸς ἀ­πῆλ­θε πρὸς αὐ­τοὺς ὁ Ἰ­η­σοῦς πε­ρι­πα­τῶν ἐ­πὶ τῆς θα­λάσ­σης.
Καὶ ἰ­δόν­τες αὐ­τὸν οἱ μα­θη­ταὶ ἐ­πὶ τὴν θά­λασ­σαν πε­ρι­πα­τοῦν­τα ἐ­τα­ρά­χθη­σαν λέ­γον­τες ὅ­τι φάν­τα­σμά ἐ­στι, καὶ ἀ­πὸ τοῦ φό­βου ἔ­κρα­ξαν.
Εὐ­θέ­ως δὲ ἐ­λά­λη­σεν αὐ­τοῖς ὁ Ἰ­η­σοῦς λέ­γων·
Θαρ­σεῖ­τε, ἐ­γώ εἰ­μι· μὴ φο­βεῖ­σθε.
Ἀ­πο­κρι­θεὶς δὲ αὐ­τῷ ὁ Πέ­τρος εἶ­πε·
Κύ­ρι­ε, εἰ σὺ εἶ, κέ­λευ­σόν με πρὸς σὲ ἐλ­θεῖν ἐ­πὶ τὰ ὕ­δα­τα·
Ὁ δὲ εἶ­πεν· Ἐλ­θέ.
Καὶ κα­τα­βὰς ἀ­πὸ τοῦ πλοί­ου ὁ Πέ­τρος πε­ρι­ε­πά­τη­σεν ἐ­πὶ τὰ ὕ­δα­τα ἐλ­θεῖν πρὸς τὸν Ἰ­η­σοῦν.
Βλέ­πων δὲ τὸν ἄ­νε­μον ἰ­σχυ­ρὸν ἐ­φο­βή­θη, καὶ ἀρ­ξά­με­νος κα­τα­πον­τί­ζε­σθαι ἔ­κρα­ξε λέ­γων·
Κύ­ρι­ε, σῶ­σόν με.

Εὐ­θέ­ως δὲ ὁ Ἰ­η­σοῦς ἐ­κτεί­νας τὴν χεῖ­ρα ἐ­πε­λά­βε­το αὐ­τοῦ καὶ λέ­γει αὐ­τῷ·
Ὀ­λι­γό­πι­στε! εἰς τί ἐ­δί­στα­σας;
Καὶ ἐμ­βάν­των αὐ­τῶν εἰς τὸ πλοῖ­ον ἐ­κό­πα­σεν ὁ ἄ­νε­μος.
Οἱ δὲ ἐν τῷ πλοί­ῳ ἐλ­θόν­τες προ­σε­κύ­νη­σαν αὐ­τῷ λέ­γον­τες·
Ἀ­λη­θῶς Θε­οῦ υἱ­ὸς εἶ.
Καὶ δι­α­πε­ρά­σαν­τες ἦλ­θον εἰς τὴν γῆν Γεν­νη­σα­ρέτ.

 

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας.

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Κοινοποίηση

Δείτε ακόμη

ImgSrc
Περισσότερα
54_
Περισσότερα