9 Αυγούστου 2026 ΚΥΡΙΑΚΗ Ι ΜΑΤΘΑΙΟΥ

Κυ­ρι­α­κὴ με­τὰ τὴν ἑ­ορ­τὴν τῆς Με­τα­μορ­φώ­σε­ως τοῦ Σω­τῆ­ρος.
Ματ­θί­ου τοῦ ἀ­πο­στό­λου (†63).
Ἦ­χος α´. Ἑ­ω­θι­νὸν ι´. (τυ­πι­κὸν 6ης Αὐ­γού­στου §§ 7-9).

 

Στίχ.   Σοί εἰ­σιν οἱ οὐ­ρα­νοὶ καὶ σή ἐ­στιν ἡ γῆ· τὴν οἰ­κου­μέ­νην καὶ τὸ πλή­ρω­μα αὐ­τῆς σὺ ἐ­θε­με­λί­ω­σας. (πη´ 12)

 

 

Εὐαγγέλιον: Ἐκ τοῦ κα­τὰ Ματ­θαῖ­ον (ιζ´ 14-23)   

Τῷ και­ρῷ ἐ­κεί­νῳ, ἄν­θρω­πός τις προ­σῆλ­θεν τῷ Ἰ­η­σοῦ, γο­νυ­πε­τῶν αὐ­τὸν καὶ λέ­γων·
Κύ­ρι­ε, ἐ­λέ­η­σόν μου τὸν υἱ­όν, ὅ­τι σε­λη­νι­ά­ζε­ται καὶ κα­κῶς πά­σχει· πολ­λά­κις γὰρ πί­πτει εἰς τὸ πῦρ καὶ πολ­λά­κις εἰς τὸ ὕ­δωρ.
Καὶ προ­σή­νεγ­κα αὐ­τὸν τοῖς μα­θη­ταῖς σου, καὶ οὐκ ἠ­δυ­νή­θη­σαν αὐ­τὸν θε­ρα­πεῦ­σαι.

Ἀ­πο­κρι­θεὶς δὲ ὁ Ἰ­η­σοῦς εἶ­πεν·
Ὦ γε­νε­ὰ ἄ­πι­στος καὶ δι­ε­στραμ­μέ­νη!
ἕ­ως πό­τε ἔ­σο­μαι μεθ᾿ ὑ­μῶν;
ἕ­ως πό­τε ἀ­νέ­ξο­μαι ὑ­μῶν;
φέ­ρε­τέ μοι αὐ­τὸν ὧ­δε.

Καὶ ἐ­πε­τί­μη­σεν αὐ­τῷ ὁ Ἰ­η­σοῦς, καὶ ἐ­ξῆλ­θεν ἀπ᾿ αὐ­τοῦ τὸ δαι­μό­νι­ον καὶ ἐ­θε­ρα­πεύ­θη ὁ παῖς ἀ­πὸ τῆς ὥ­ρας ἐ­κεί­νης.
Τό­τε προ­σελ­θόν­τες οἱ μα­θη­ταὶ τῷ Ἰ­η­σοῦ κατ᾿ ἰ­δί­αν εἶ­πον·
Δι­α­τί ἡ­μεῖς οὐκ ἠ­δυ­νή­θη­μεν ἐκ­βα­λεῖν αὐ­τό;
Ὁ δὲ Ἰ­η­σοῦς εἶ­πεν αὐ­τοῖς·
Δι­ὰ τὴν ἀ­πι­στί­αν ὑ­μῶν.
Ἀ­μὴν γὰρ λέ­γω ὑ­μῖν, ἐ­ὰν ἔ­χη­τε πί­στιν ὡς κόκ­κον σι­νά­πε­ως, ἐ­ρεῖ­τε τῷ ὄ­ρει τού­τῳ, με­τά­βη­θι ἐν­τεῦ­θεν ἐ­κεῖ, καὶ με­τα­βή­σε­ται· καὶ οὐ­δὲν ἀ­δυ­να­τή­σει ὑ­μῖν.
Τοῦ­το δὲ τὸ γέ­νος οὐκ ἐκ­πο­ρεύ­ε­ται εἰ μὴ ἐν προ­σευ­χῇ καὶ νη­στεί­ᾳ.

Ἀ­να­στρε­φο­μέ­νων δὲ αὐ­τῶν εἰς τὴν Γα­λι­λαί­αν εἶ­πεν αὐ­τοῖς ὁ Ἰ­η­σοῦς·
Μέλ­λει ὁ υἱ­ὸς τοῦ ἀν­θρώ­που πα­ρα­δί­δο­σθαι εἰς χεῖ­ρας ἀν­θρώ­πων καὶ ἀ­πο­κτε­νοῦ­σιν αὐ­τόν, καὶ τῇ τρί­τῃ ἡ­μέ­ρᾳ ἐ­γερ­θή­σε­ται.

 

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας.

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Κοινοποίηση

Δείτε ακόμη

CYP
Περισσότερα
hliadi
Περισσότερα