6 Σεπτεμβρίου 2026 ΚΥΡΙΑΚΗ ΙΔ ΜΑΤΘΑΙΟΥ 

6 ΣΕΠΤΕΜΒΡΙΟΥ 2026  † ΚΥΡΙΑΚΗ ΙΔ´ ΜΑΤΘΑΙΟΥ
Ἡ ἀ­νά­μνη­σις τοῦ γε­γο­νό­τος θαύ­μα­τος ἐν Κο­λοσ­σαῖς, ἤ­τοι ἐν Χώ­ναις, πα­ρὰ τοῦ Ἀρ­χαγ­γέ­λου Μι­χα­ήλ.
Κα­λο­δό­της μάρ­τυ­ρος.
Ἦ­χος πλ. α´. Ἑ­ω­θι­νὸν γ´.  (τυ­πι­κὸν 6ης Σεπτ. §§ 1-3).

 

 

Εὐαγγέλιον Ἐκ τοῦ κα­τὰ Ματ­θαῖ­ον (Ματθ.  κβ´ 2-14).

Εἶ­πεν ὁ Κύ­ρι­ος τὴν πα­ρα­βο­λὴν ταύ­την·
Ὡ­μοι­ώ­θη ἡ βα­σι­λεί­α τῶν οὐ­ρα­νῶν ἀν­θρώ­πῳ βα­σι­λεῖ, ὅ­στις ἐ­ποί­η­σε γά­μους τῷ υἱ­ῷ αὐ­τοῦ.
Καὶ ἀ­πέ­στει­λε τοὺς δού­λους αὐ­τοῦ κα­λέ­σαι τοὺς κε­κλη­μέ­νους εἰς τοὺς γά­μους, καὶ οὐκ ἤ­θε­λον ἐλ­θεῖν.
Πά­λιν ἀ­πέ­στει­λεν ἄλ­λους δού­λους λέ­γων·
εἴ­πα­τε τοῖς κε­κλη­μέ­νοις· ἰ­δοὺ τὸ ἄ­ρι­στόν μου ἡ­τοί­μα­σα, οἱ ταῦ­ροί μου καὶ τὰ σι­τι­στὰ τε­θυ­μέ­να, καὶ πάν­τα ἕ­τοι­μα· δεῦ­τε εἰς τοὺς γά­μους.
Οἱ δὲ ἀ­με­λή­σαν­τες ἀ­πῆλ­θον, ὃς μὲν εἰς τὸν ἴ­δι­ον ἀ­γρόν, ὃς δὲ εἰς τὴν ἐμ­πο­ρί­αν αὐ­τοῦ·
Οἱ δὲ λοι­ποὶ κρα­τή­σαν­τες τοὺς δού­λους αὐ­τοῦ ὕ­βρι­σαν καὶ ἀ­πέ­κτει­ναν.
Ἀ­κού­σας δὲ ὁ βα­σι­λεὺς ἐ­κεῖ­νος ὠρ­γί­σθη, καὶ πέμ­ψας τὰ στρα­τεύ­μα­τα αὐ­τοῦ ἀ­πώ­λε­σε τοὺς φο­νεῖς ἐ­κεί­νους καὶ τὴν πό­λιν αὐ­τῶν ἐ­νέ­πρη­σε.
Τό­τε λέ­γει τοῖς δού­λοις αὐ­τοῦ·
ὁ μὲν γά­μος ἕ­τοι­μός ἐ­στιν, οἱ δὲ κε­κλη­μέ­νοι οὐκ ἦ­σαν ἄ­ξι­οι·
Πο­ρεύ­ε­σθε οὖν ἐ­πὶ τὰς δι­ε­ξό­δους τῶν ὁ­δῶν, καὶ ὅ­σους ἐ­ὰν εὕ­ρη­τε κα­λέ­σα­τε εἰς τοὺς γά­μους.

Καὶ ἐ­ξελ­θόν­τες οἱ δοῦ­λοι ἐ­κεῖ­νοι εἰς τὰς ὁ­δοὺς συ­νή­γα­γον πάν­τας ὅ­σους εὗ­ρον, πο­νη­ρούς τε καὶ ἀ­γα­θούς· καὶ ἐ­πλή­σθη ὁ γά­μος ἀ­να­κει­μέ­νων.
Εἰ­σελ­θὼν δὲ ὁ βα­σι­λεὺς θε­ά­σα­σθαι τοὺς ἀ­να­κει­μέ­νους εἶ­δεν ἐ­κεῖ ἄν­θρω­πον οὐκ ἐν­δε­δυ­μέ­νον ἔν­δυ­μα γά­μου·
Καὶ λέ­γει αὐ­τῷ·
ἑ­ταῖ­ρε, πῶς εἰ­σῆλ­θες ὧ­δε μὴ ἔ­χων ἔν­δυ­μα γά­μου;
ὁ δὲ ἐ­φι­μώ­θη.
Τό­τε εἶ­πεν ὁ βα­σι­λεὺς τοῖς δι­α­κό­νοις·
δή­σαν­τες αὐ­τοῦ πό­δας καὶ χεῖ­ρας ἄ­ρα­τε αὐ­τὸν καὶ ἐκ­βά­λε­τε εἰς τὸ σκό­τος τὸ ἐ­ξώ­τε­ρον· ἐ­κεῖ ἔ­σται ὁ κλαυθ­μὸς καὶ ὁ βρυγ­μὸς τῶν ὀ­δόν­των.
Πολ­λοὶ γάρ εἰ­σι κλη­τοί, ὀ­λί­γοι δὲ ἐ­κλε­κτοί.

 

 

 

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας.

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Κοινοποίηση

Δείτε ακόμη

2095
Περισσότερα
2051
Περισσότερα