ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΗΣ ΘΕΟΤΟΚΟΥ -ΣΤΑΣΙΣ ΤΡΙΤΗ

13 ΜΑΡΤΙΟΥ 2026   Τῌ ΠΑΡΑΣΚΕΥῌ  ΤΗΣ Γ´ ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ
ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ  (μετὰ χαιρετισμῶν)

Τῇ ἁ­γί­ᾳ καὶ με­γά­λῃ Τεσ­σα­ρα­κο­στῇ, τῇ Πα­ρα­σκευ­ῇ ἑ­σπέ­ρας, ἀ­να­γι­νώ­σκε­ται τὸ μι­κρὸν Ἀ­πό­δει­πνον με­τὰ τοῦ κα­νό­νος τοῦ Ἀ­κα­θί­στου καὶ
μι­ᾶς στά­σε­ως τῶν οἴ­κων («Χαι­ρε­τι­σμῶν») τῆς Θε­ο­τό­κου.

 

 

Νέ­αν ἔ­δει­ξε κτί­σιν, ἐμ­φα­νί­σας ὁ Κτί­στης, ἡ­μῖν τοῖς ὑπ᾿ αὐ­τοῦ γε­νο­μέ­νοις·
ἐξ ἀ­σπό­ρου βλα­στή­σας γα­στρός, καὶ φυ­λά­ξας ταύ­την, ὥ­σπερ ἦν, ἄ­φθο­ρον·
ἵ­να τὸ θαῦ­μα βλέ­πον­τες, ὑ­μνή­σω­μεν αὐ­τήν, βο­ῶν­τες·

Χαῖ­ρε, τὸ ἄν­θος τῆς ἀ­φθαρ­σί­ας·
χαῖ­ρε, τὸ στέ­φος τῆς ἐγ­κρα­τεί­ας.

Χαῖ­ρε, ἀ­να­στά­σε­ως τύ­πον ἐ­κλάμ­που­σα·
χαῖ­ρε, τῶν Ἀγ­γέ­λων τὸν βί­ον ἐμ­φαί­νου­σα.

Χαῖ­ρε, δέν­δρον ἀ­γλα­ό­καρ­πον, ἐξ οὗ τρέ­φον­ται πι­στοί·
χαῖ­ρε, ξύ­λον εὐ­σκι­ό­φυλ­λον, ὑφ᾿ οὗ σκέ­πον­ται πολ­λοί.

Χαῖ­ρε, κυ­ο­φο­ροῦ­σα ὁ­δη­γὸν πλα­νω­μέ­νοις·
χαῖ­ρε, ἀ­πο­γεν­νῶ­σα λυ­τρω­τὴν αἰχ­μα­λώ­τοις.

Χαῖ­ρε, Κρι­τοῦ δι­καί­ου δυ­σώ­πη­σις·
χαῖ­ρε, πολ­λῶν πται­όν­των συγ­χώ­ρη­σις.

Χαῖ­ρε, στο­λὴ τῶν γυ­μνῶν παῤ­ῥη­σί­ας·
χαῖ­ρε, στορ­γὴ πάν­τα πό­θον νι­κῶ­σα.
Χαῖ­ρε, Νύμ­φη ἀ­νύμ­φευ­τε.

 

Ξέ­νον τό­κον ἰ­δόν­τες, ξε­νω­θῶ­μεν τοῦ κό­σμου, τὸν νοῦν εἰς οὐ­ρα­νὸν με­τα­θέν­τες·
δι­ὰ τοῦ­το γὰρ ὁ ὑ­ψη­λὸς Θε­ός, ἐ­πὶ γῆς ἐ­φά­νη τα­πει­νὸς ἄν­θρω­πος,
βου­λό­με­νος ἑλ­κύ­σαι πρὸς τὸ ὕ­ψος, τοὺς αὐ­τῷ βο­ῶν­τας·
Ἀλ­λη­λού­ϊ­α.

 

­λως ἦν ἐν τοῖς κά­τω, καὶ τῶν ἄ­νω οὐ­δό­λως ἀ­πῆν, ὁ ἀ­πε­ρί­γρα­πτος Λό­γος·
συγ­κα­τά­βα­σις γὰρ θε­ϊ­κή, οὐ με­τά­βα­σις δὲ το­πι­κὴ γέ­γο­νε·
καὶ τό­κος ἐκ Παρ­θέ­νου θε­ο­λή­πτου, ἀ­κου­ού­σης ταῦ­τα·

Χαῖ­ρε, Θε­οῦ ἀ­χω­ρή­του χώ­ρα·
χαῖ­ρε, σε­πτοῦ μυ­στη­ρί­ου θύ­ρα.

Χαῖ­ρε, τῶν ἀ­πί­στων ἀμ­φί­βο­λον ἄ­κου­σμα·
χαῖ­ρε, τῶν πι­στῶν ἀ­ναμ­φί­βο­λον καύ­χη­μα.

Χαῖ­ρε, ὄ­χη­μα πα­νά­γι­ον τοῦ ἐ­πὶ τῶν Χε­ρου­βείμ·
χαῖ­ρε, οἴ­κη­μα πα­νά­ρι­στον τοῦ ἐ­πὶ τῶν Σε­ρα­φείμ.

Χαῖ­ρε, ἡ τἀ­ναν­τί­α εἰς ταὐ­τὸ ἀ­γα­γοῦ­σα·
χαῖ­ρε, ἡ παρ­θε­νί­αν καὶ λο­χεί­αν ζευ­γνῦ­σα.

Χαῖ­ρε, δι᾿ ἧς ἐ­λύ­θη πα­ρά­βα­σις·
χαῖ­ρε δι᾿ ἧς ἠ­νοί­χθη Πα­ρά­δει­σος.

Χαῖ­ρε, ἡ κλεὶς τῆς Χρι­στοῦ Βα­σι­λεί­ας·
χαῖ­ρε, ἐλ­πὶς ἀ­γα­θῶν αἰ­ω­νί­ων.
Χαῖ­ρε, Νύμ­φη ἀ­νύμ­φευ­τε.

 

Πᾶ­σα φύ­σις Ἀγ­γέ­λων, κα­τε­πλά­γη τὸ μέ­γα, τῆς σῆς ἐ­ναν­θρω­πή­σε­ως ἔρ­γον·
τὸν ἀ­πρό­σι­τον γὰρ ὡς Θε­όν, ἐ­θε­ώ­ρει πᾶ­σι προ­σι­τὸν ἄν­θρω­πον·
ἡ­μῖν μὲν συν­δι­ά­γον­τα, ἀ­κού­ον­τα δὲ πα­ρὰ πάν­των οὕ­τως· Ἀλ­λη­λού­ϊ­α.

 

ή­το­ρας πο­λυ­φθόγ­γους, ὡς ἰ­χθύ­ας ἀ­φώ­νους, ὁ­ρῶ­μεν ἐ­πὶ σοὶ Θε­ο­τό­κε·
ἀ­πο­ροῦ­σι γὰρ λέ­γειν τό, πῶς καὶ Παρ­θέ­νος μέ­νεις, καὶ τε­κεῖν ἴ­σχυ­σας·
ἡ­μεῖς δὲ τὸ μυ­στή­ρι­ον θαυ­μά­ζον­τες, πι­στῶς βο­ῶ­μεν·

Χαῖ­ρε, σο­φί­ας Θε­οῦ δο­χεῖ­ον·
χαῖ­ρε, προ­νοί­ας αὐ­τοῦ τα­μεῖ­ον.

Χαῖ­ρε, φι­λο­σό­φους ἀ­σό­φους δει­κνύ­ου­σα·
χαῖ­ρε, τε­χνο­λό­γους ἀ­λό­γους ἐ­λέγ­χου­σα.

Χαῖ­ρε, ὅ­τι ἐ­μω­ράν­θη­σαν οἱ δει­νοὶ συ­ζη­τη­ταί·
χαῖ­ρε, ὅ­τι ἐ­μα­ράν­θη­σαν οἱ τῶν μύ­θων ποι­η­ταί.

Χαῖ­ρε, τῶν Ἀ­θη­ναί­ων τὰς πλο­κὰς δι­α­σπῶ­σα·
χαῖ­ρε, τῶν ἁ­λι­έ­ων τὰς σα­γή­νας πλη­ροῦ­σα.

Χαῖ­ρε, βυ­θοῦ ἀ­γνοί­ας ἐ­ξέλ­κου­σα·
χαῖ­ρε, πολ­λοὺς ἐν γνώ­σει φω­τί­ζου­σα.

Χαῖ­ρε, ὁλ­κὰς τῶν θε­λόν­των σω­θῆ­ναι·
χαῖ­ρε, λι­μὴν τῶν τοῦ βί­ου πλω­τή­ρων.
Χαῖ­ρε, Νύμ­φη ἀ­νύμ­φευ­τε.

Σῶ­σαι θέ­λων τὸν κό­σμον, ὁ τῶν ὅ­λων Κο­σμή­τωρ, πρὸς τοῦ­τον αὐ­τε­πάγ­γελ­τος ἦλ­θε·
καὶ ποι­μὴν ὑ­πάρ­χων ὡς Θε­ός, δι᾿ ἡ­μᾶς ἐ­φά­νη καθ᾿ ἡ­μᾶς ἄν­θρω­πος·
ὁ­μοί­ῳ γὰρ τὸ ὅ­μοι­ον κα­λέ­σας, ὡς Θε­ὸς ἀ­κού­ει·
Ἀλ­λη­λού­ϊ­α.

 


                                Εὐ­χὴ εἰς τὴν Ὑ­πε­ρα­γί­αν Θε­ο­τό­κον. 
(Ποί­η­μα Παύλου μοναχοῦ, Μονῆς τῆς Εὐεργέτιδος ἐν Κωνσταντινουπόλει)


Ἄ­σπι­λε, ἀ­μό­λυν­τε, ἄ­φθο­ρε, ἄ­χραν­τε, ἁ­γνὴ Παρ­θέ­νε, Θε­ό­νυμ­φε Δέ­σποι­να, 
ἡ Θε­ὸν Λό­γον τοῖς ἀν­θρώ­ποις, τῇ πα­ρα­δό­ξῳ σου κυ­ή­σει, ἑ­νώ­σα­σα, 
καὶ τὴν ἀ­πω­σθεῖ­σαν φύ­σιν τοῦ γέ­νους ἡ­μῶν τοῖς οὐ­ρα­νί­οις συ­νά­ψα­σα, 
ἡ τῶν ἀ­πηλ­πι­σμέ­νων μό­νη ἐλ­πίς, καὶ τῶν πο­λε­μου­μέ­νων βο­ή­θει­α, 
ἡ ἑ­τοί­μη ἀν­τί­λη­ψις τῶν εἰς σὲ προ­στρε­χόν­των, 
καὶ πάν­των τῶν Χρι­στι­α­νῶν τὸ κα­τα­φύ­γι­ον, 
μὴ βδε­λύ­ξῃ με τὸν ἁ­μαρ­τω­λόν, τὸν ἐ­να­γῆ, τὸν αἰ­σχροῖς λο­γι­σμοῖς καὶ λό­γοις καὶ πρά­ξε­σιν ὅ­λον ἐ­μαυ­τὸν ἀ­χρει­ώ­σαν­τα, 
καὶ τῇ τῶν ἡ­δο­νῶν τοῦ βί­ου ῥᾳ­θυ­μί­ᾳ γνώ­μης, δοῦ­λον γε­νό­με­νον. 
Ἀλλ᾿ ὡς τοῦ φι­λαν­θρώ­που Θε­οῦ Μή­τηρ, φι­λαν­θρώ­πως σπλαγ­χνί­σθη­τι ἐπ᾿ ἐ­μοὶ τῷ ἁ­μαρ­τω­λῷ καὶ ἀ­σώ­τῳ, 
καὶ δέ­ξαι μου τὴν ἐκ ῥυ­πα­ρῶν χει­λέ­ων προ­σφε­ρο­μέ­νην σοι δέ­η­σιν, 
καὶ τὸν σὸν Υἱ­όν, καὶ ἡ­μῶν Δε­σπό­την καὶ Κύ­ρι­ον, τῇ μη­τρι­κῇ σου παῤ­ῥη­σί­ᾳ χρω­μέ­νη, δυ­σώ­πη­σον, 
ἵ­να ἀ­νοί­ξῃ κἀ­μοὶ τὰ φι­λάν­θρω­πα σπλάγ­χνα τῆς αὑ­τοῦ ἀ­γα­θό­τη­τος, 
καί, πα­ρι­δών μου τὰ ἀ­να­ρίθ­μη­τα πταί­σμα­τα, ἐ­πι­στρέ­ψῃ με πρὸς με­τά­νοι­αν, 
καὶ τῶν αὑ­τοῦ ἐν­το­λῶν ἐρ­γά­την δό­κι­μον ἀ­να­δεί­ξῃ με. 
Καὶ πά­ρε­σό μοι ἀ­εὶ ὡς ἐ­λε­ή­μων, καὶ συμ­πα­θής, καὶ φι­λά­γα­θος, 
ἐν μὲν τῷ πα­ρόν­τι βί­ῳ, 
θερ­μὴ προ­στά­τις καὶ βο­η­θός, τὰς τῶν ἐ­ναν­τί­ων ἐ­φό­δους ἀ­πο­τει­χί­ζου­σα, καὶ πρὸς σω­τη­ρί­αν κα­θο­δη­γοῦ­σά με, 
καὶ ἐν τῷ και­ρῷ τῆς ἐ­ξό­δου μου, 
τὴν ἀ­θλί­αν μου ψυ­χὴν πε­ρι­έ­που­σα, καὶ τὰς σκο­τει­νὰς ὄ­ψεις τῶν πο­νη­ρῶν δαι­μό­νων πόῤ­ῥω αὐ­τῆς ἀ­πε­λαύ­νου­σα·
 ἐν δὲ τῇ φο­βε­ρᾷ ἡ­μέ­ρᾳ τῆς κρί­σε­ως, 
τῆς αἰ­ω­νί­ου με ῥυ­ο­μέ­νη κο­λά­σε­ως, καὶ τῆς ἀ­ποῤ­ῥή­του δό­ξης τοῦ σοῦ Υἱ­οῦ καὶ Θε­οῦ ἡ­μῶν κλη­ρο­νό­μον με ἀ­πο­δει­κνύ­ου­σα. 
Ἧς καὶ τύ­χοι­μι, Δέ­σποι­νά μου, ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, δι­ὰ τῆς σῆς με­σι­τεί­ας καὶ ἀν­τι­λή­ψε­ως· 
χά­ρι­τι καὶ φι­λαν­θρω­πί­ᾳ, τοῦ μο­νο­γε­νοῦς σου Υἱ­οῦ, τοῦ Κυ­ρί­ου καὶ Θε­οῦ, καὶ Σω­τῆ­ρος ἡ­μῶν Ἰ­η­σοῦ Χρι­στοῦ.
 ᾯ πρέ­πει πᾶ­σα δό­ξα, τι­μὴ καὶ προ­σκύ­νη­σις, 
σὺν τῷ ἀ­νάρ­χῳ αὐ­τοῦ Πα­τρὶ καὶ τῷ πα­να­γί­ῳ καὶ ἀ­γα­θῷ καὶ ζω­ο­ποι­ῷ αὐ­τοῦ Πνεύ­μα­τι, 
νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

 

    “Νέ­αν ἔ­δει­ξε κτί­σιν…” 

Χαῖ­ρε, Νύμ­φη ἀ­νύμ­φευ­τε.

Κοινοποίηση

Προβολές:

15

Δείτε ακόμη

10
Περισσότερα
10_Α_Β_ΧΑΙΡΕΤΙΣΜΟΙ__ΡΟΔΟΝ_ΤΟ_ΑΜΑΡΑΝΤΟΝ
Περισσότερα