03 Μαϊου 2026 ΚΥΡΙΑΚΗ Δ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ

 «Μνεί­α τῆς τοῦ πα­ρα­λύ­του θε­ρα­πεί­ας».
† Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Κάρπου, ἑνὸς τῶν Ἑβδομήκοντα.
Τι­μο­θέ­ου καὶ Μαύ­ρας μαρ­τύ­ρων (†283). Πέ­τρου ἐ­πι­σκό­που Ἄρ­γους (†950), Οἰ­κου­με­νί­ου ἐ­πι­σκό­που Τρίκ­κης, Θε­ο­φά­νους ἐπ­σκό­που Πε­ρι­θε­ω­ρί­ου (ιδ´ αἰ.).
Ἦ­χος γ´. Ἑ­ω­θι­νὸν ε´.   Τυ­πι­κὸν Πεν­τη­κο­στα­ρί­ου §§20-22.

 

Δοξαστικόν τοῦ  Ἑσπερινοῦ  Ἦ­χος πλ. α´.

­νέ­βη ὁ Ἰ­η­σοῦς εἰς Ἱ­ε­ρο­σό­λυ­μα, ἐ­πὶ τῇ Προ­βα­τι­κῇ κο­λυμ­βή­θρᾳ, τῇ λε­γο­μέ­νῃ κα­τὰ Ἰ­ου­δαί­ους Βη­θεσ­δά, πέν­τε στο­ὰς ἐ­χού­σῃ·
ἐν ταύ­ταις γὰρ κα­τέ­κει­το πλῆ­θος τῶν ἀ­σθε­νούν­των·
Ἄγ­γε­λος γὰρ τοῦ Θε­οῦ, κα­τὰ και­ρὸν ἐ­πι­φοι­τῶν, δι­ε­τά­ρατ­τεν αὐ­τήν, καὶ ῥῶ­σιν ἐ­χα­ρί­ζε­το τοῖς προ­σι­οῦ­σιν ἐν πί­στει.
Καὶ ἰ­δὼν ὁ Κύ­ρι­ος χρο­νι­οῦν­τα ἄν­θρω­πον, λέ­γει πρὸς αὐ­τόν·
Θέ­λεις ὑ­γι­ὴς γε­νέ­σθαι;
ὁ ἀ­σθε­νῶν ἀ­πε­κρί­να­το·
Κύ­ρι­ε, ἄν­θρω­πον οὐκ ἔ­χω, ἵ­να, ὅ­ταν τα­ρα­χθῇ τὸ ὕ­δωρ, βά­λῃ με εἰς τὴν κο­λυμ­βή­θραν.
Ἰ­α­τροῖς κα­τη­νά­λω­σα τὸν ἅ­παν­τά μου βί­ον, καὶ ἐ­λέ­ους τυ­χεῖν οὐκ ἠ­ξι­ώ­θην.
Ἀλλ᾿ ὁ ἰ­α­τρὸς τῶν ψυ­χῶν καὶ τῶν σω­μά­των λέ­γει πρὸς αὐ­τόν·
Ἆ­ρόν σου τὸν κράβ­βα­τον καὶ πε­ρι­πά­τει,
κη­ρύτ­των μου τὴν δύ­να­μιν, καὶ τὸ μέ­γα ἔ­λε­ος ἐν τοῖς πέ­ρα­σιν.

 

 

 

 

Εὐαγγέλιον: Ἐκ τοῦ κα­τὰ  Ἰ­ω­άν­νην (ε´ 1-15).

Τῷ και­ρῷ ἐ­κεί­νῳ ἀ­νέ­βη ὁ Ἰ­η­σοῦς εἰς Ἱ­ε­ρο­σό­λυ­μα.
Ἔ­στι δὲ ἐν τοῖς Ἱ­ε­ρο­σο­λύ­μοις ἐ­πὶ τῇ προ­βα­τι­κῇ κο­λυμ­βή­θρα, ἡ ἐ­πι­λε­γο­μέ­νη Ἑ­βρα­ϊ­στὶ Βη­θεσ­δά, πέν­τε στο­ὰς ἔ­χου­σα.
Ἐν ταύ­ταις κα­τέ­κει­το πλῆ­θος τῶν ἀ­σθε­νούν­των, τυ­φλῶν, χω­λῶν, ξη­ρῶν, ἐκ­δε­χο­μέ­νων τὴν τοῦ ὕ­δα­τος κί­νη­σιν.
Ἄγ­γε­λος γὰρ κα­τὰ και­ρὸν κα­τέ­βαι­νεν ἐν τῇ κο­λυμ­βή­θρᾳ, καὶ ἐ­τα­ράσ­σε­το τὸ ὕ­δωρ·
ὁ οὖν πρῶ­τος ἐμ­βὰς με­τὰ τὴν τα­ρα­χὴν τοῦ ὕ­δα­τος ὑ­γι­ὴς ἐ­γί­νε­το ᾧ δή­πο­τε κα­τεί­χε­το νο­σή­μα­τι.
Ἦν δέ τις ἄν­θρω­πος ἐ­κεῖ τρι­ά­κον­τα καὶ ὀ­κτὼ ἔ­τη ἔ­χων ἐν τῇ ἀ­σθε­νεί­ᾳ αὐ­τοῦ.
Τοῦ­τον ἰ­δὼν ὁ Ἰ­η­σοῦς κα­τα­κεί­με­νον, καὶ γνοὺς ὅ­τι πο­λὺν ἤ­δη χρό­νον ἔ­χει, λέ­γει αὐ­τῷ·
Θέ­λεις ὑ­γι­ὴς γε­νέ­σθαι;
Ἀ­πε­κρί­θη αὐ­τῷ ὁ ἀ­σθε­νῶν·
Κύ­ρι­ε, ἄν­θρω­πον οὐκ ἔ­χω, ἵ­να ὅ­ταν τα­ρα­χθῇ τὸ ὕ­δωρ, βά­λῃ με εἰς τὴν κο­λυμ­βή­θραν· ἐν ᾧ δὲ ἔρ­χο­μαι ἐ­γώ, ἄλ­λος πρὸ ἐ­μοῦ κα­τα­βαί­νει.
Λέ­γει αὐ­τῷ ὁ Ἰ­η­σοῦς·
Ἔ­γει­ρε, ἆ­ρον τὸν κράβ­βατόν σου καὶ πε­ρι­πά­τει.
Καὶ εὐ­θέ­ως ἐ­γέ­νε­το ὑ­γι­ὴς ὁ ἄν­θρω­πος, καὶ ἦ­ρε τὸν κράβ­βατον αὐ­τοῦ καὶ πε­ρι­ε­πά­τει·
ἦν δὲ Σάβ­βα­τον ἐν ἐ­κεί­νῃ τῇ ἡ­μέ­ρᾳ.
Ἔ­λε­γον οὖν οἱ Ἰ­ου­δαῖ­οι τῷ τε­θε­ρα­πευ­μέ­νῳ·
Σάβ­βα­τόν ἐ­στιν· οὐκ ἔ­ξε­στί σοι ἆ­ραι τὸν κράβ­βατον.
Ἀ­πε­κρί­θη αὐ­τοῖς·
Ὁ ποι­ή­σας με ὑ­γι­ῆ, ἐ­κεῖ­νός μοι εἶ­πεν· ἆ­ρον τὸν κράβ­βατόν σου καὶ πε­ρι­πά­τει.
Ἠ­ρώ­τη­σαν οὖν αὐ­τόν·
Τίς ἐ­στιν ὁ ἄν­θρω­πος ὁ εἰ­πών σοι, ἆ­ρον τὸν κράβ­βατόν σου καὶ πε­ρι­πά­τει;
Ὁ δὲ ἰ­α­θεὶς οὐκ ᾔ­δει τίς ἐ­στιν·
ὁ γὰρ Ἰ­η­σοῦς ἐ­ξέ­νευ­σεν ὄ­χλου ὄν­τος ἐν τῷ τό­πῳ.
Με­τὰ ταῦ­τα εὑ­ρί­σκει αὐ­τὸν ὁ Ἰ­η­σοῦς ἐν τῷ ἱ­ε­ρῷ καὶ εἶ­πεν αὐ­τῷ·
Ἴ­δε, ὑ­γι­ὴς γέ­γο­νας· μη­κέ­τι ἁ­μάρ­τα­νε, ἵ­να μὴ χεῖ­ρόν σοί τι γέ­νη­ται.
Ἀ­πῆλ­θεν ὁ ἄν­θρω­πος καὶ ἀ­νήγ­γει­λε τοῖς Ἰ­ου­δαί­οις ὅ­τι Ἰ­η­σοῦς ἐ­στιν ὁ ποι­ή­σας αὐ­τὸν ὑ­γι­ῆ.

 

 

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας 

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

 

 

Κοινοποίηση

Δείτε ακόμη

96_main-v1777571044
Περισσότερα
ΗΠΑ 2_1
Περισσότερα