07 Ιουνίου 2026 ΚΥΡΙΑΚΗ Α΄ ΜΑΤΘΑΙΟΥ
«ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ»

07 ΙΟΥΝΙΟΥ 2026 † ΚΥΡΙΑΚΗ Α΄ ΜΑΤΘΑΙΟΥ.
«ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ».
Θε­ο­δό­του ἱ­ε­ρο­μάρ­τυ­ρος τοῦ ἐν Ἀγ­κύ­ρᾳ (†303)· Ζη­να­ΐ­δος μάρ­τυ­ρος, Σε­βα­στι­α­νῆς ὁ­σί­ας, Πα­να­γῆ ἱ­ε­ρέ­ως τοῦ Μπα­σι­ᾶ (†1883).
Ἦχος πλ. δ΄, ἑωθινὸν α΄.      

Ἀ­πό­στο­λος  Τῆς Κυ­ρι­α­κῆς τῶν Ἁ­γί­ων Πάν­των.  (Ἑβρ. ια´ 33-40, ιβ´ 1-2)

­δελ­φοί,
οἱ ἅ­γι­οι πάν­τες
δι­ὰ πί­στε­ως κα­τη­γω­νί­σαν­το βα­σι­λεί­ας,
εἰρ­γά­σαν­το δι­και­ο­σύ­νην,
ἐ­πέ­τυ­χον ἐ­παγ­γε­λι­ῶν,
ἔ­φρα­ξαν στό­μα­τα λε­όν­των,
ἔ­σβε­σαν δύ­να­μιν πυ­ρός,
ἔ­φυ­γον στό­μα­τα μα­χαί­ρας,
ἐ­νε­δυ­να­μώ­θη­σαν ἀ­πὸ ἀ­σθε­νεί­ας,

ἐ­γε­νή­θη­σαν ἰ­σχυ­ροὶ ἐν πο­λέ­μῳ,
πα­ρεμ­βο­λὰς ἔ­κλι­ναν ἀλ­λο­τρί­ων·
ἔ­λα­βον γυ­ναῖ­κες ἐξ ἀ­να­στά­σε­ως τοὺς νε­κροὺς αὐ­τῶν·
ἄλ­λοι δὲ ἐ­τυμ­πα­νί­σθη­σαν, οὐ προσ­δε­ξά­με­νοι τὴν ἀ­πο­λύ­τρω­σιν, ἵ­να κρείτ­το­νος ἀ­να­στά­σε­ως τύ­χω­σιν·

ἕ­τε­ροι δὲ ἐμ­παιγ­μῶν καὶ μα­στί­γων πεῖ­ραν ἔ­λα­βον, ἔ­τι δὲ δε­σμῶν καὶ φυ­λα­κῆς·
ἐ­λι­θά­σθη­σαν,
ἐ­πρί­σθη­σαν,
ἐ­πει­ρά­σθη­σαν,
ἐν φό­νῳ μα­χαί­ρας ἀ­πέ­θα­νον,
πε­ρι­ῆλ­θον ἐν μη­λω­ταῖς,
ἐν αἰ­γεί­οις δέρ­μα­σιν,
ὑ­στε­ρού­με­νοι,
θλι­βό­με­νοι,
κα­κου­χού­με­νοι,
ὧν οὐκ ἦν ἄ­ξι­ος ὁ κό­σμος,
ἐν ἐ­ρη­μί­αις πλα­νώ­με­νοι καὶ ὄ­ρε­σι καὶ σπη­λαί­οις καὶ ταῖς ὀ­παῖς τῆς γῆς.
Καὶ οὗ­τοι πάν­τες μαρ­τυ­ρη­θέν­τες δι­ὰ τῆς πί­στε­ως οὐκ ἐ­κο­μί­σαν­το τὴν ἐ­παγ­γε­λί­αν, τοῦ Θε­οῦ πε­ρὶ ἡ­μῶν κρεῖτ­τόν τι προ­βλε­ψα­μέ­νου,
ἵ­να μὴ χω­ρὶς ἡ­μῶν τε­λει­ω­θῶ­σι.
Τοι­γα­ροῦν καὶ ἡ­μεῖς το­σοῦ­τον ἔ­χον­τες πε­ρι­κεί­με­νον ἡ­μῖν νέ­φος μαρ­τύ­ρων,
ὄγ­κον ἀ­πο­θέ­με­νοι πάν­τα καὶ τὴν εὐ­πε­ρί­στα­τον ἁ­μαρ­τί­αν,
δι᾿ ὑ­πο­μο­νῆς τρέ­χω­μεν τὸν προ­κεί­με­νον ἡ­μῖν ἀ­γῶ­να,
ἀ­φο­ρῶν­τες εἰς τὸν τῆς πί­στε­ως ἀρ­χη­γὸν καὶ τε­λει­ω­τὴν Ἰ­η­σοῦν.

      

 

Εὐαγγέλιον: Ἐκ τοῦ κα­τὰ Ματ­θαῖ­ον (ι´ 32-33, 37-38, ιθ´ 27-30).

 

Εἶ­πεν ὁ Κύ­ρι­ος τοῖς ἑ­αυ­τοῦ Μα­θη­ταῖς·
Πᾶς ὅ­στις ὁ­μο­λο­γή­σει ἐν ἐ­μοὶ ἔμ­προ­σθεν τῶν ἀν­θρώ­πων, ὁ­μο­λο­γή­σω κἀ­γὼ ἐν αὐ­τῷ ἔμ­προ­σθεν τοῦ πα­τρός μου τοῦ ἐν οὐ­ρα­νοῖς·
Ὅ­στις δ᾿ ἂν ἀρ­νή­ση­ταί με ἔμ­προ­σθεν τῶν ἀν­θρώ­πων, ἀρ­νή­σο­μαι αὐ­τὸν κἀ­γὼ ἔμ­προ­σθεν τοῦ πα­τρός μου τοῦ ἐν οὐ­ρα­νοῖς.
Ὁ φι­λῶν πα­τέ­ρα ἢ μη­τέ­ρα ὑ­πὲρ ἐ­μὲ οὐκ ἔ­στι μου ἄ­ξι­ος·
καὶ ὁ φι­λῶν υἱ­ὸν ἢ θυ­γα­τέ­ρα ὑ­πὲρ ἐ­μὲ οὐκ ἔ­στι μου ἄ­ξι­ος·
Καὶ ὃς οὐ λαμ­βά­νει τὸν σταυ­ρὸν αὐ­τοῦ καὶ ἀ­κο­λου­θεῖ ὀ­πί­σω μου, οὐκ ἔ­στι μου ἄ­ξι­ος.
Ἀ­πο­κρι­θεὶς δὲ ὁ Πέ­τρος εἶ­πεν αὐ­τῷ·
Ἰ­δοὺ ἡ­μεῖς ἀ­φή­κα­μεν πάν­τα καὶ ἠ­κο­λου­θή­σα­μέν σοι· τί ἄ­ρα ἔ­σται ἡ­μῖν;
Ὁ δὲ Ἰ­η­σοῦς εἶ­πεν αὐ­τοῖς·
Ἀ­μὴν λέ­γω ὑ­μῖν ὅ­τι ὑ­μεῖς οἱ ἀ­κο­λου­θή­σαν­τές μοι, ἐν τῇ πα­λιγ­γε­νε­σί­ᾳ, ὅ­ταν κα­θί­σῃ ὁ υἱ­ὸς τοῦ ἀν­θρώ­που ἐ­πὶ θρό­νου δό­ξης αὐ­τοῦ,
κα­θί­σε­σθε καὶ ὑ­μεῖς ἐ­πὶ δώ­δε­κα θρό­νους κρί­νον­τες τὰς δώ­δε­κα φυ­λὰς τοῦ Ἰσ­ρα­ήλ.
Καὶ πᾶς ὃς ἀ­φῆ­κεν οἰ­κί­ας ἢ ἀ­δελ­φοὺς ἢ ἀ­δελ­φὰς ἢ πα­τέ­ρα ἢ μη­τέ­ρα ἢ γυ­ναί­κα ἢ τέ­κνα ἢ ἀ­γροὺς ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός μου,
ἑ­κα­τον­τα­πλα­σί­ο­να λή­ψε­ται καὶ ζω­ὴν αἰ­ώ­νι­ον κλη­ρο­νο­μή­σει.
Πολ­λοὶ δὲ ἔ­σον­ται πρῶ­τοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.

 

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας.

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Κοινοποίηση

Δείτε ακόμη

19_
Περισσότερα
71
Περισσότερα