12 Ιουλίου 2026 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ

Πα­ϊ­σί­ου τοῦ Ἁ­γι­ο­ρεί­του Ὁ­σί­ου (†1994).
Πρό­κλου καὶ Ἱ­λα­ρί­ου τῶν μαρ­τύ­ρων.
Ἦ­χος πλ. α´. Ἑ­ω­θι­νὸν Ϛ´.

 

Ἀ­πο­λυ­τί­κι­ον Τοῦ Ὁ­σί­ου. 
Ἦ­χος πλ. α´. Τὸν συ­νά­ναρ­χον Λό­γον.

Τῆς ἐν­θέ­ου ἀ­γά­πης τὸ πῦρ δε­ξά­με­νος
ὑ­περ­βαλ­λού­σῃ ἀ­σκή­σει ἐ­δό­θης ὅ­λος Θεῷ,
καὶ πα­ρά­κλη­σις πολ­λῶν ἀν­θρώ­πων γέ­γο­νας,
λό­γοις θεί­οις νου­θε­τῶν,
προ­σευ­χαῖς θαυ­μα­τουρ­γῶν,
Πα­ΐ­σιε θε­ο­φό­ρε·
καὶ νῦν πρε­σβεύ­εις ἀ­παύ­στως
ὑ­πὲρ παν­τὸς τοῦ κό­σμου, Ὅ­σιε.

 

Εὐαγγέλιον: Ἐκ τοῦ κα­τὰ Ματ­θαῖ­ον (1-8)

Τῷ και­ρῷ ἐ­κεί­νῳ ἐμ­βὰς ὁ Ἰ­η­σοῦς εἰς πλοῖ­ον δι­ε­πέ­ρα­σεν καὶ ἦλ­θεν εἰς τὴν ἰ­δί­αν πό­λιν.
Καὶ ἰ­δοὺ προ­σέ­φε­ρον αὐ­τῷ πα­ρα­λυ­τι­κὸν ἐ­πὶ κλί­νης βε­βλη­μέ­νον.
Καὶ ἰ­δὼν ὁ Ἰ­η­σοῦς τὴν πί­στιν αὐ­τῶν εἶ­πεν τῷ πα­ρα­λυ­τι­κῷ·
Θάρ­σει, τέ­κνον· ἀ­φέ­ων­ταί σοι αἱ ἁ­μαρ­τί­αι σου.
Καὶ ἰ­δού τι­νες τῶν γραμ­μα­τέ­ων εἶ­πον ἐν ἑ­αυ­τοῖς·
Οὗ­τος βλα­σφη­μεῖ
.
Καὶ εἰ­δὼς ὁ Ἰ­η­σοῦς τὰς ἐν­θυ­μή­σεις αὐ­τῶν εἶ­πεν·
Ἵ­να τί ὑ­μεῖς ἐν­θυ­μεῖ­σθε πο­νη­ρὰ ἐν ταῖς καρ­δί­αις ὑ­μῶν;
Τί γάρ ἐ­στιν εὐ­κο­πώ­τε­ρον, εἰ­πεῖν, ἀ­φέ­ων­ταί σου αἱ ἁ­μαρ­τί­αι, ἢ εἰ­πεῖν, ἔ­γει­ρε καὶ πε­ρι­πά­τει;
ἵ­να δὲ εἰ­δῆ­τε ὅ­τι ἐ­ξου­σί­αν ἔ­χει ὁ υἱ­ὸς τοῦ ἀν­θρώ­που ἐ­πὶ τῆς γῆς ἀ­φι­έ­ναι ἁ­μαρ­τί­ας

– τό­τε λέ­γει τῷ πα­ρα­λυ­τι­κῷ·
Ἐ­γερ­θεὶς ἆ­ρόν σου τὴν κλί­νην καὶ ὕ­πα­γε εἰς τὸν οἶ­κόν σου.
Καὶ ἐ­γερ­θεὶς ἀ­πῆλ­θεν εἰς τὸν οἶ­κον αὐ­τοῦ.
Ἰ­δόν­τες δὲ οἱ ὄ­χλοι ἐ­θαύ­μα­σαν καὶ ἐ­δό­ξα­σαν τὸν Θε­ὸν τὸν δόν­τα ἐ­ξου­σί­αν τοι­αύ­την τοῖς ἀν­θρώ­ποις.

 

 

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας.

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Κοινοποίηση

Δείτε ακόμη

1920
Περισσότερα
70____
Περισσότερα