16 Αυγούστου 2026 ΚΥΡΙΑΚΗ ΙΑ ΜΑΤΘΑΙΟΥ

16 ΑΥΓΟΥΣΤΟΥ 2026
† ΚΥΡΙΑΚΗ ΙΑ´ ΜΑΤΘΑΙΟΥ
(Κυριακὴ μετὰ τὴν ἑορτὴν τῆς Κοιμήσεως τῆς Θεοτόκου)
Ἡ ἐξ Ἐ­δέσ­σης ἀ­να­κο­μι­δὴ τῆς ἀ­χει­ρο­ποι­ή­του εἰ­κό­νος, ἤ­τοι τοῦ ἱ­ε­ροῦ μαν­δη­λί­ου (944).
Δι­ο­μή­δους μάρ­τυ­ρος (†298). Τι­μο­θέ­ου ἐ­πι­σκό­που Εὑ­ρί­που (†1578),
Γε­ρα­σί­μου τοῦ ἐν Κε­φαλ­λη­νί­ᾳ (†15 Αὐγ. 1579),
Ἀ­πο­στό­λου (†1680) καὶ Στα­μα­τί­ου νε­ο­μαρ­τύ­ρων· τῶν ἐν Με­γά­ροις ἓξ νε­ο­φα­νῶν Μαρ­τύ­ρων.

Ἦ­χος β´. Ἑ­ω­θι­νὸν ια´.  (τυ­πι­κὸν 16ης Αὐ­γού­στου §§ 10-12).

 

Εὐαγγέλιον: Ἐκ τοῦ κα­τὰ Ματ­θαῖ­ον (ιη´ 23-35)   

Εἶ­πεν ὁ Κύ­ρι­ος τὴν πα­ρα­βο­λὴν ταύ­την·
ὡ­μοι­ώ­θη ἡ βα­σι­λεί­α τῶν οὐ­ρα­νῶν ἀν­θρώ­πῳ βα­σι­λεῖ ὃς ἠ­θέ­λη­σεν συ­νᾶ­ραι λό­γον με­τὰ τῶν δού­λων αὐ­τοῦ.
Ἀρ­ξα­μέ­νου δὲ αὐ­τοῦ συ­ναί­ρειν προ­ση­νέ­χθη αὐ­τῷ εἷς ὀ­φει­λέ­της μυ­ρί­ων τα­λάν­των.
Μὴ ἔ­χον­τος δὲ αὐ­τοῦ ἀ­πο­δοῦ­ναι ἐ­κέ­λευ­σεν αὐ­τὸν ὁ κύ­ρι­ος αὐ­τοῦ πρα­θῆ­ναι καὶ τὴν γυ­ναῖ­κα αὐ­τοῦ καὶ τὰ τέ­κνα καὶ πάν­τα ὅ­σα εἶ­χε, καὶ ἀ­πο­δο­θῆ­ναι.
Πε­σὼν οὖν ὁ δοῦ­λος προ­σε­κύ­νει αὐ­τῷ λέ­γων· κύ­ρι­ε μα­κρο­θύ­μη­σον ἐπ᾿ ἐ­μοί, καὶ πάν­τα σοι ἀ­πο­δώ­σω.
Σπλαγ­χνι­σθεὶς δὲ ὁ κύ­ρι­ος τοῦ δού­λου ἐ­κεί­νου ἀ­πέ­λυ­σεν αὐ­τόν, καὶ τὸ δά­νει­ον ἀ­φῆ­κεν αὐ­τῷ.
Ἐ­ξελ­θὼν δὲ ὁ δοῦ­λος ἐ­κεῖ­νος εὗ­ρεν ἕ­να τῶν συν­δού­λων αὐ­τοῦ, ὃς ὤ­φει­λεν αὐ­τῷ ἑ­κα­τὸν δη­νά­ρι­α, καὶ κρα­τή­σας αὐ­τὸν ἔ­πνι­γεν λέ­γων· ἀ­πό­δος μοι εἴ τι ὀ­φεί­λεις.
Πε­σὼν οὖν ὁ σύν­δου­λος αὐ­τοῦ εἰς τοὺς πό­δας αὐ­τοῦ πα­ρε­κά­λει αὐ­τὸν λέ­γων· μα­κρο­θύ­μη­σον ἐπ᾿ ἐ­μοί, καὶ ἀ­πο­δώ­σω σοι· ὁ δὲ οὐκ ἤ­θε­λεν,
ἀλ­λὰ ἀ­πελ­θὼν ἔ­βα­λεν αὐ­τὸν εἰς φυ­λα­κὴν ἕ­ως οὗ ἀ­πο­δῷ τὸ ὀ­φει­λό­με­νον.
Ἰ­δόν­τες δὲ οἱ σύν­δου­λοι αὐ­τοῦ τὰ γε­νό­με­να ἐ­λυ­πή­θη­σαν σφό­δρα, καὶ ἐλ­θόν­τες δι­ε­σά­φη­σαν τῷ κυ­ρί­ῳ ἑ­αυ­τῶν πάν­τα τὰ γε­νό­με­να.
Τό­τε προ­σκα­λε­σά­με­νος αὐ­τὸν ὁ κύ­ρι­ος αὐ­τοῦ λέ­γει αὐ­τῷ·
δοῦ­λε πο­νη­ρέ, πᾶ­σαν τὴν ὀ­φει­λὴν ἐ­κεί­νην ἀ­φῆ­κά σοι, ἐ­πεὶ πα­ρε­κά­λε­σάς με· οὐκ ἔ­δει καὶ σὲ ἐ­λε­ῆ­σαι τὸν σύν­δου­λόν σου, ὡς καὶ ἐ­γὼ σὲ ἠ­λέ­η­σα;
Καὶ ὀρ­γι­σθεὶς ὁ κύ­ρι­ος αὐ­τοῦ πα­ρέ­δω­κεν αὐ­τὸν τοῖς βα­σα­νι­σταῖς ἕ­ως οὗ ἀ­πο­δῷ πᾶν τὸ ὀ­φει­λό­με­νον αὐ­τῷ.
Οὕ­τω καὶ ὁ πα­τήρ μου ὁ ἐ­που­ρά­νι­ος ποι­ή­σει ὑ­μῖν ἐ­ὰν μὴ ἀ­φῆ­τε ἕ­κα­στος τῷ ἀ­δελ­φῷ αὐ­τοῦ ἀ­πὸ τῶν καρ­δι­ῶν ὑ­μῶν τὰ πα­ρα­πτώ­μα­τα αὐ­τῶν.

 

 

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας.

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Κοινοποίηση

Δείτε ακόμη

1947
Περισσότερα
ΑΑ
Περισσότερα