Τελείται το βράδυ Δευτέρας, Τρίτης, Τετάρτης και Πέμπτης, ολόκληρης της Μεγάλης Τεσσαρακοστής
μέχρι Μεγάλη Τρίτη, μετά το δείπνο και πριν τον νυκτερινόν ύπνον.
Ἰδού ἐγώ καί τά παιδία, ἆ μοι ἔδωκεν ὁ Θεός, Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.
Κύριε τών Δυνάμεων, μεθ’ ημών γενού, άλλον γάρ εκτός σου βοηθόν, εν θλίψεσιν ουκ έχομεν, Κύριε τών Δυνάμεων, ελέησον ημάς.
Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργείας, φιλαρχίας καὶ ἀργολογίας μή μοι δῶς.
Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης, χάρισαί μοι τῷ σῷ δούλῳ.
Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου,
ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ψυχή μου ψυχή μου, ἀνάστα, τί καθεύδεις;
τὸ τέλος ἐγγίζει, καὶ μέλλεις θορυβεῖσθαι·
ἀνάνηψον οὖν, ἵνα φείσηταί σου Χριστὸς ὁ Θεός,
ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν.
Τοῖς μισοῦσι καὶ ἀδικοῦσιν ἡμᾶς συγχώρησον, Κύριε,
τοῖς ἀγαθοποιοῦσιν ἀγαθοποίησον,
τοῖς ἀδελφοῖς καὶ οἰκείοις ἡμῶν, χάρισαι τὰ πρὸς σωτηρίαν αἰτήματα, καὶ ζωὴν τὴν αἰώνιον,
τοὺς ἐν ἀσθενείᾳ ἐπίσκεψαι, καὶ ἴασιν δώρησαι,
τοὺς ἐν θαλάσσῃ κυβέρνησον,
τοῖς ἐν ὁδοιπορίαις συνόδευσον,
τῷ Βασιλεῖ συμμάχησον,
τοῖς διακονοῦσι, καὶ ἐλεοῦσιν ἡμᾶς, ἁμαρτιῶν ἄφεσιν δώρησαι,
τοῖς ἐντειλαμένοις ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν, συγχώρησον καὶ ἐλέησον κατὰ τὸ μέγα σου ἔλεος.
Μνήσθητι, Κύριε, πάντων τῶν προκεκοιμημένων πατέρων καὶ ἀδελφῶν ἡμῶν καὶ ἀνάπαυσον αὐτούς, ἔνθα ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου σου.
Μνήσθητι, Κύριε, τῶν ἀδελφῶν ἡμῶν τῶν αἰχμαλώτων, καὶ λύτρωσαι αὐτοὺς ἀπὸ πάσης περιστάσεως.
Μνήσθητι, Κύριε, τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν ταῖς ἁγίαις σου Ἐκκλησίαις, καὶ δὸς αὐτοῖς τὰ πρὸς σωτηρίαν αἰτήματα, καὶ ζωὴν τὴν αἰώνιον.
Μνήσθητι, Κύριε, καὶ ἡμῶν τῶν ταπεινῶν καὶ ἁμαρτωλῶν καὶ ἀναξίων δούλων σου καὶ φώτισον ἡμῶν τὸν νοῦν τῷ φωτὶ τῆς γνώσεώς σου καὶ ὁδήγησον ἡμᾶς ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, πρεσβείαις τῆς παναχράντου σου Μητρός, Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας, καὶ πάντων σου τῶν Ἁγίων, ὅτι εὐλογητὸς εἶ, εἰς πάντας τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!