ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΗΣ ΘΕΟΤΟΚΟΥ -ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ

06 ΜΑΡΤΙΟΥ 2026   Τῌ ΠΑΡΑΣΚΕΥῌ  ΤΗΣ Β´ ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ
ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ   (μετὰ χαιρετισμῶν)

Τῇ ἁ­γί­ᾳ καὶ με­γά­λῃ Τεσ­σα­ρα­κο­στῇ, τῇ Πα­ρα­σκευ­ῇ ἑ­σπέ­ρας, ἀ­να­γι­νώ­σκε­ται τὸ μι­κρὸν Ἀ­πό­δει­πνον με­τὰ τοῦ κα­νό­νος τοῦ Ἀ­κα­θί­στου καὶ
μι­ᾶς στά­σε­ως τῶν οἴ­κων («Χαι­ρε­τι­σμῶν») τῆς Θε­ο­τό­κου.

 

 

 

­κου­σαν οἱ Ποι­μέ­νες, τῶν Ἀγ­γέ­λων ὑ­μνούν­των, τὴν ἔν­σαρ­κον Χρι­στοῦ πα­ρου­σί­αν·
καὶ δρα­μόν­τες ὡς πρὸς ποι­μέ­να,
θε­ω­ροῦ­σι τοῦ­τον ὡς ἀ­μνὸν ἄ­μω­μον,
ἐν τῇ γα­στρὶ Μα­ρί­ας βο­σκη­θέν­τα, ἣν ὑ­μνοῦν­τες, εἶ­πον·

Χαῖ­ρε, ἀ­μνοῦ καὶ ποι­μέ­νος Μή­τηρ·
χαῖ­ρε, αὐ­λὴ λο­γι­κῶν προ­βά­των.

Χαῖ­ρε, ἀ­ο­ρά­των ἐ­χθρῶν ἀ­μυν­τή­ρι­ον·
χαῖ­ρε, Πα­ρα­δεί­σου θυ­ρῶν ἀ­νοι­κτή­ρι­ον.

Χαῖ­ρε, ὅ­τι τὰ οὐ­ρά­νι­α συ­να­γάλ­λε­ται τῇ γῇ·
χαῖ­ρε, ὅ­τι τὰ ἐ­πί­γει­α συγ­χο­ρεύ­ει οὐ­ρα­νοῖς.

Χαῖ­ρε, τῶν Ἀ­πο­στό­λων τὸ ἀ­σί­γη­τον στό­μα·
χαῖ­ρε, τῶν Ἀ­θλο­φό­ρων τὸ ἀ­νί­κη­τον θάρ­σος.

Χαῖ­ρε, στεῤ­ῥὸν τῆς Πί­στε­ως ἔ­ρει­σμα·
χαῖ­ρε, λαμ­πρὸν τῆς χά­ρι­τος γνώ­ρι­σμα.

Χαῖ­ρε, δι᾿ ἧς ἐ­γυ­μνώ­θη ὁ ᾍ­δης·
χαῖ­ρε, δι᾿ ἧς ἐ­νε­δύ­θη­μεν δό­ξαν.
Χαῖ­ρε, Νύμ­φη ἀ­νύμ­φευ­τε.

 

 

Θε­ο­δρό­μον Ἀ­στέ­ρα, θε­ω­ρή­σαν­τες Μά­γοι, τῇ τού­του ἠ­κο­λού­θη­σαν αἴ­γλῃ·
καὶ ὡς λύ­χνον κρα­τοῦν­τες αὐ­τόν, δι᾿ αὐ­τοῦ ἠ­ρεύ­νων κρα­ται­ὸν Ἄ­να­κτα·
καὶ φθά­σαν­τες τὸν ἄ­φθα­στον, ἐ­χά­ρη­σαν, αὐ­τῷ βο­ῶν­τες·
Ἀλ­λη­λού­ϊ­α.

 

 

­δον παῖ­δες Χαλ­δαί­ων, ἐν χερ­σὶ τῆς Παρ­θέ­νου, τὸν πλά­σαν­τα χει­ρὶ τοὺς ἀν­θρώ­πους·
καὶ Δε­σπό­την νο­οῦν­τες αὐ­τόν, εἰ καὶ δού­λου ἔ­λα­βε μορ­φήν,
ἔ­σπευ­σαν τοῖς δώ­ροις θε­ρα­πεῦ­σαι, καὶ βο­ῆ­σαι τῇ Εὐ­λο­γη­μέ­νῃ·

Χαῖ­ρε, ἀ­στέ­ρος ἀ­δύ­του Μή­τηρ·
χαῖ­ρε, αὐ­γὴ μυ­στι­κῆς ἡ­μέ­ρας.

Χαῖ­ρε, τῆς ἀ­πά­της τὴν κά­μι­νον σβέ­σα­σα·
χαῖ­ρε, τῆς Τρι­ά­δος τοὺς μύ­στας φω­τί­ζου­σα.

Χαῖ­ρε, τύ­ραν­νον ἀ­πάν­θρω­πον ἐκ­βα­λοῦ­σα τῆς ἀρ­χῆς·
χαῖ­ρε, Κύ­ρι­ον φι­λάν­θρω­πον ἐ­πι­δεί­ξα­σα Χρι­στόν.

Χαῖ­ρε, ἡ τῆς βαρ­βά­ρου λυ­τρου­μέ­νη θρη­σκεί­ας·
χαῖ­ρε, ἡ τοῦ βορ­βό­ρου ῥυ­ο­μέ­νη τῶν ἔρ­γων.

Χαῖ­ρε, πυ­ρὸς προ­σκύ­νη­σιν παύ­σα­σα·
χαῖ­ρε, φλο­γὸς πα­θῶν ἀ­παλ­λάτ­του­σα.

Χαῖ­ρε, πι­στῶν ὁ­δη­γὲ σω­φρο­σύ­νης·
χαῖ­ρε, πα­σῶν γε­νε­ῶν εὐ­φρο­σύ­νη.
Χαῖ­ρε, Νύμ­φη ἀ­νύμ­φευ­τε.

 

 

Κή­ρυ­κες θε­ο­φό­ροι, γε­γο­νό­τες οἱ Μά­γοι, ὑ­πέ­στρε­ψαν εἰς τὴν Βα­βυ­λῶ­να·
ἐ­κτε­λέ­σαν­τές σου τὸν χρη­σμόν, καὶ κη­ρύ­ξαν­τές σε τὸν Χρι­στὸν ἅ­πα­σιν,
ἀ­φέν­τες τὸν Ἡ­ρώ­δην ὡς λη­ρώ­δη, μὴ εἰ­δό­τα ψάλ­λειν·
Ἀλ­λη­λού­ϊ­α.

 

Λάμ­ψας ἐν τῇ Αἰ­γύ­πτῳ, φω­τι­σμὸν ἀ­λη­θεί­ας, ἐ­δί­ω­ξας τοῦ ψεύ­δους τὸ σκό­τος·
τὰ γὰρ εἴ­δω­λα ταύ­της Σω­τήρ, μὴ ἐ­νέγ­καν­τά σου τὴν ἰ­σχύν, πέ­πτω­κεν·
οἱ τού­των δὲ ῥυ­σθέν­τες, ἐ­βό­ων πρὸς τὴν Θε­ο­τό­κον·

Χαῖ­ρε, ἀ­νόρ­θω­σις τῶν ἀν­θρώ­πων·
χαῖ­ρε, κα­τά­πτω­σις τῶν δαι­μό­νων.

Χαῖ­ρε, τῆς ἀ­πά­της τὴν πλά­νην πα­τή­σα­σα·
χαῖ­ρε, τῶν εἰ­δώ­λων τὸν δό­λον ἐ­λέγ­ξα­σα.

Χαῖ­ρε, θά­λασ­σα πον­τί­σα­σα Φα­ρα­ὼ τὸν νο­η­τόν·
χαῖ­ρε, πέ­τρα ἡ πο­τί­σα­σα τοὺς δι­ψῶν­τας τὴν ζω­ήν.

Χαῖ­ρε, πύ­ρι­νε στῦ­λε, ὁ­δη­γῶν τοὺς ἐν σκό­τει·
χαῖ­ρε, σκέ­πη τοῦ κό­σμου, πλα­τυ­τέ­ρα νε­φέ­λης.

Χαῖ­ρε, τρο­φὴ τοῦ μάν­να δι­ά­δο­χε·
χαῖ­ρε, τρυ­φῆς ἁ­γί­ας δι­ά­κο­νε.

Χαῖ­ρε, ἡ γῆ τῆς ἐ­παγ­γε­λί­ας·
χαῖ­ρε, ἐξ ἧς ῥέ­ει μέ­λι καὶ γά­λα.
Χαῖ­ρε, Νύμ­φη ἀ­νύμ­φευ­τε.

 

 

Μέλ­λον­τος Συ­με­ῶ­νος, τοῦ πα­ρόν­τος αἰ­ῶ­νος, με­θί­στα­σθαι τοῦ ἀ­πα­τε­ῶ­νος,
ἐ­πε­δό­θης ὡς βρέ­φος αὐ­τῷ, ἀλλ᾿ ἐ­γνώ­σθης τού­τῳ καὶ Θε­ὸς τέ­λει­ος·
δι­ό περ ἐ­ξε­πλά­γη, σοῦ τὴν ἄῤ­ῥη­τον σο­φί­αν, κρά­ζων·
Ἀλ­λη­λού­ϊ­α.

 

Χαῖ­ρε, Νύμ­φη ἀ­νύμ­φευ­τε.

Κοινοποίηση

Δείτε ακόμη

ΗΠΑ 2_1
Περισσότερα
ΣΟΥΜΕΛΑ
Περισσότερα