26 Ιουλίου 2026 ΚΥΡΙΑΚΗ Η ΜΑΤΘΑΙΟΥ

26 ΙΟΥΛΙΟΥ 2026 † ΚΥΡΙΑΚΗ Η´ ΜΑΤΘΑΙΟΥ
Πα­ρα­σκευ­ῆς ὁ­σι­ο­μάρ­τυ­ρος (β´ αἰ.).
Ἑρ­μο­λά­ου ἱ­ε­ρο­μάρ­τυ­ρος, καὶ τῶν σὺν αὐ­τῷ Ἑρ­μίπ­που καὶ Ἑρ­μο­κρά­τους (†305).
Ἦ­χος βα­ρύς. Ἑ­ω­θι­νὸν Η´.  (τυ­πι­κὸν 26ης Ἰ­ου­λί­ου, §§2-3).

 

 

Ἀ­πο­λυ­τί­κι­ον τῆς ­γί­ας. ­χος α´.

Τὴν σπου­δήν σου τῇ κλή­σει κα­τάλ­λη­λον, ἐρ­γα­σα­μέ­νη φε­ρώ­νυ­με,
τὴν ὁ­μώ­νυ­μόν σου πί­στιν, εἰς κα­τοι­κί­αν κε­κλή­ρω­σαι, Πα­ρα­σκευ­ὴ ἀ­θλη­φό­ρε·
ὅ­θεν προ­χέ­εις ἰ­ά­μα­τα, καὶ πρε­σβεύ­εις ὑ­πὲρ τῶν ψυ­χῶν ἡ­μῶν.

 

 

 

Εὐαγγέλιον: Ἐκ τοῦ κα­τὰ Ματ­θαῖ­ον (ιδ´ 14-22)    

Τῷ και­ρῷ ἐ­κεί­νῳ, εἶ­δεν ὁ Ἰ­η­σοῦς πο­λὺν ὄ­χλον, καὶ ἐ­σπλαγ­χνί­σθη ἐπ᾿ αὐ­τοῖς καὶ ἐ­θε­ρά­πευ­σε τοὺς ἀρ­ρώ­στους αὐ­τῶν.
Ὀ­ψί­ας δὲ γε­νο­μέ­νης προ­σῆλ­θον αὐ­τῷ οἱ μα­θη­ταὶ αὐ­τοῦ λέ­γον­τες·
Ἔ­ρη­μός ἐ­στιν ὁ τό­πος καὶ ἡ ὥ­ρα ἤ­δη πα­ρῆλ­θεν· ἀ­πό­λυ­σον τοὺς ὄ­χλους, ἵ­να ἀ­πελ­θόν­τες εἰς τὰς κώ­μας ἀ­γο­ρά­σω­σιν ἑ­αυ­τοῖς βρώ­μα­τα.
Ὁ δὲ Ἰ­η­σοῦς εἶ­πεν αὐ­τοῖς·
Οὐ χρεί­αν ἔ­χου­σιν ἀ­πελ­θεῖν· δό­τε αὐ­τοῖς ὑ­μεῖς φα­γεῖν.
Οἱ δὲ λέ­γου­σιν αὐ­τῷ·
Οὐκ ἔ­χο­μεν ὧ­δε εἰ μὴ πέν­τε ἄρ­τους καὶ δύ­ο ἰ­χθύ­ας.
Ὁ δὲ εἶ­πε·
Φέ­ρε­τέ μοι αὐ­τούς ὧ­δε.
Καὶ κε­λεύ­σας τοὺς ὄ­χλους ἀ­να­κλι­θῆ­ναι ἐ­πὶ τοὺς χόρ­τους, λα­βὼν τοὺς πέν­τε ἄρ­τους καὶ τοὺς δύ­ο ἰ­χθύ­ας, ἀ­να­βλέ­ψας εἰς τὸν οὐ­ρα­νὸν εὐ­λό­γη­σε,
καὶ κλά­σας ἔ­δω­κε τοῖς μα­θη­ταῖς τοὺς ἄρ­τους οἱ δὲ μα­θη­ταὶ τοῖς ὄ­χλοις.
Καὶ ἔ­φα­γον πάν­τες καὶ ἐ­χορ­τά­σθη­σαν, καὶ ἦ­ραν τὸ πε­ρισ­σεῦ­ον τῶν κλα­σμά­των δώ­δε­κα κο­φί­νους πλή­ρεις.
Οἱ δὲ ἐ­σθί­ον­τες ἦ­σαν ἄν­δρες ὡ­σεὶ πεν­τα­κι­σχί­λι­οι χω­ρὶς γυ­ναι­κῶν καὶ παι­δί­ων.

Καὶ εὐ­θέ­ως ἠ­νάγ­κα­σεν ὁ Ἰ­η­σοῦς τοὺς μα­θη­τὰς αὐ­τοῦ ἐμ­βῆ­ναι εἰς τὸ πλοῖ­ον καὶ προ­ά­γειν αὐ­τὸν εἰς τὸ πέ­ραν, ἕ­ως οὗ ἀ­πο­λύ­σῃ τοὺς ὄ­χλους.

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας.

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

 

Κοινοποίηση

Δείτε ακόμη

29
Περισσότερα
ΠΑΪΣΟΣ__
Περισσότερα