ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ Ἱστῶμεν Στίχους Ϛ´ καὶ ψάλλομεν
Στιχηρὰ Προσόμοια γ´, δευτεροῦντες αὐτά
Ἦχος α´. Αὐτόμελον.
Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Ὢ τοῦ παραδόξου θαύματος!
ἡ πηγὴ τῆς ζωῆς, ἐν μνημείῳ τίθεται,
καὶ κλῖμαξ πρὸς οὐρανόν, ὁ τάφος γίνεται.
Εὐφραίνου Γεθσημανῆ, τῆς Θεοτόκου τὸ ἅγιον τέμενος.
Βοήσωμεν οἱ πιστοί, τὸν Γαβριὴλ κεκτημένοι ταξίαρχον·
Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος,
ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος.
Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Ὢ τοῦ παραδόξου θαύματος! …
Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Βαβαὶ τῶν σῶν μυστηρίων Ἁγνή!
τοῦ Ὑψίστου θρόνος, ἀνεδείχθης Δέσποινα,
καὶ γῆθεν πρὸς οὐρανόν, μετέστης σήμερον.
Ἡ δόξα σου εὐπρεπής, θεοφεγγέσιν ἐκλάμπουσα χάρισι.
Παρθένοι σὺν τῇ Μητρί, τοῦ Βασιλέως, πρὸς ὕψος ἐπάρθητε.
Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος,
ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος.
Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Βαβαὶ τῶν σῶν μυστηρίων Ἁγνή! …
Στίχ. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
Τὴν σὴν δοξάζουσι Κοίμησιν, Ἐξουσίαι Θρόνοι,
Ἀρχαὶ Κυριότητες, Δυνάμεις καὶ Χερουβίμ, καὶ τὰ φρικτὰ Σεραφίμ.
Ἀγάλλονται γηγενεῖς, ἐπὶ τῇ θείᾳ σου δόξῃ κοσμούμενοι.
Προσπίπτουσι βασιλεῖς, σὺν Ἀρχαγγέλοις Ἀγγέλοις καὶ μέλπουσι·
Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος,
ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος.
Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Τὴν σὴν δοξάζουσι Κοίμησιν, …
Δόξα. Καὶ νῦν. Ἦχος α´.
Θεαρχίῳ νεύματι, πάντοθεν οἱ θεοφόροι Ἀπόστολοι, ὑπὸ νεφῶν μεταρσίως αἰρόμενοι.
Ἦχος πλ. α´.
Καταλαβόντες τὸ πανάχραντον καὶ ζωαρχικόν σου σκῆνος, ἐξόχως ἠσπάζοντο.
Ἦχος β´.
Αἱ δὲ ὑπέρτατοι τῶν οὐρανῶν Δυνάμεις, σὺν τῷ οἰκείῳ Δεσπότῃ παραγενόμεναι,
Ἦχος πλ. β´.
Τὸ θεοδόχον καὶ ἀκραιφνέστατον σῶμα προπέμπουσι, τῷ δέει κρατούμεναι· ὑπερκοσμίως δὲ προῴχοντο, καὶ ἀοράτως ἐβόων, ταῖς ἀνωτέραις ταξιαρχίαις·
Ἰδοὺ ἡ παντάνασσα Θεόπαις παραγέγονεν.
Ἦχος γ´.
Ἄρατε πύλας, καὶ ταύτην ὑπερκοσμίως ὑποδέξασθε, τὴν τοῦ ἀεννάου φωτὸς Μητέρα.
Ἦχος βαρύς.
Διὰ ταύτης γὰρ ἡ παγγενὴς τῶν βροτῶν σωτηρία γέγονεν· ᾗ ἀτενίζειν οὐκ ἰσχύομεν, καὶ ταύτῃ ἄξιον γέρας ἀπονέμειν ἀδύνατον.
Ἦχος δ´.
Ταύτης γὰρ τὸ ὑπερβάλλον, ὑπερέχει πᾶσαν ἔννοιαν.
Ἦχος πλ. δ´.
Διὸ ἄχραντε Θεοτόκε, ἀεὶ σὺν ζωηφόρῳ Βασιλεῖ, καὶ τόκῳ ζῶσα, πρέσβευε διηνεκῶς, περιφρουρῆσαι καὶ σῶσαι,
ἀπὸ πάσης προσβολῆς ἐναντίας τὴν νεολαίαν σου· τὴν γὰρ σὴν προστασίαν κεκτήμεθα.
Ἦχος α´.
Εἰς τοὺς αἰῶνας, ἀγλαοφανῶς μακαρίζοντες.
Τὸ ἀπολυτίκιον τῆς ἑορτῆς. Ἦχος α´.
Ἐν τῇ γεννήσει τὴν παρθενίαν ἐφύλαξας,
ἐν τῇ κοιμήσει τὸν κόσμον, οὐ κατέλιπες Θεοτόκε·
μετέστης πρὸς τὴν ζωήν, Μήτηρ ὑπάρχουσα τῆς ζωῆς·
καὶ ταῖς πρεσβείαις ταῖς σαῖς
λυτρουμένη, ἐκ θανάτου
τὰς ψυχὰς ἡμῶν.
Από το «Φρέαρ» του Παντοκράτορα μπορείτε να αντλήσετε επίκαιρες του θέματος ομιλίες όπως οι παρακάτω ενδεικτικά:
†Γέρων Εφραίμ (Ι.Σκήτη Αγίου Ανδρέα)
Σειρά 2, Ομιλίες: 56, 57, 58
Σειρά 3, Ομιλία 58, 59,61, 272, 279, 397
Σειρά 4, Ομιλία 3, 55, 119, 171
https://pantocrator.gr/omilitis/geron-efraim-i-skiti-agiou-andrea/
Γέρων Εφραίμ Βατοπαιδινός
3η Σειρά Ομιλίες 71,72,73,74,75
6η Σειρά: 145,216,220
https://pantocrator.gr/omilitis/geron-efraim-vatopaidinos/
Λεμεσού Αθανάσιος
8η Σειρά, Ομιλία 180, 380
9η Σειρά, Ομιλία 180, 380
https://pantocrator.gr/omilitis/lemesou-athanasios/
† Αρχιμ. Ανανίας Κουστένης
1η Σειρά, Ομιλία 104, 109, 110, 115, 116, 122,184, 260, 261, 262, 263,264, 265, 290, 292
https://pantocrator.gr/omilitis/archim-ananias-koustenis/
Στέφανος Αναγνωστόπουλος
(Ενότητα Ομιλιών Κηρύγματα): Ομιλία 25, 188
https://pantocrator.gr/omilitis/stefanos-anagnostopoulos/
†Φλωρίνης Αυγουστίνος Καντιώτης
Ομιλία 119
https://pantocrator.gr/omilitis/florinis-avgoustinos/
†Γέρων Γεώργιος Καψάνης
(Ενότητα ομιλιών Α. Κηρύγματα)
Ομιλίες 13,14, 15
https://pantocrator.gr/omilitis/geron-georgios-kapsanis/
«… Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὴν μόνην Θεοτόκον.
Νενίκηνται τῆς φύσεως οἱ ὅροι, ἐν σοὶ Παρθένε ἄχραντε·
παρθενεύει γὰρ τόκος, καὶ ζωὴν προμνηστεύεται θάνατος.
Ἡ μετὰ τόκον Παρθένος, καὶ μετὰ θάνατον ζῶσα,
σῴζοις ἀεί,
Θεοτόκε τὴν κληρονομίαν σου».
Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!