† ΚΥΡΙΑΚΗ Ἡ μετὰ τὴν ἑορτήν. Ἀρχίππου, Φιλήμονος, Ὀνησίμου
ἀποστόλων· Κικιλίας μάρτυρος καὶ τῶν σὺν αὐτῇ (†230).
Κλήμεντος καὶ Σισινίου ἱερομαρτύρων.
Ἰακώβου (Τσαλίκη), καθηγουμένου τῆς μονῆς Ὁσίου Δαβίδ τοῦ ἐν Εὐβοίᾳ. (†1991)
Ἦχος πλ. δ´. Ἑωθινὸν γ´.
ΚΑΤΑΒΑΣΙΑΙ Τῆς Χριστοῦ Γεννήσεως.
(Ψάλλονται ἀπὸ 21ης Νοεμβρίου μέχρις 24ης Δεκεμβρίου μόναι αἱ πεζαί).
ᾨδὴ α´. Ἦχος α´.
Χριστὸς γεννᾶται· δοξάσατε· * Χριστὸς ἐξ οὐρανῶν· ἀπαντήσατε· * Χριστὸς ἐπὶ γῆς· ὑψώθητε. *
ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, * καὶ ἐν εὐφροσύνῃ * ἀνυμνήσατε, λαοί, * ὅτι δεδόξασται.
ᾨδὴ γ´.
Τῷ πρὸ τῶν αἰώνων * ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ * καὶ ἐπ᾿ ἐσχάτων ἐκ Παρθένου * σαρκωθέντι ἀσπόρως *
Χριστῷ τῷ Θεῷ βοήσωμεν· * Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν * ἅγιος εἶ, Κύριε.
ᾨδὴ δ´.
Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ * καὶ ἄνθος ἐξ αὐτῆς, Χριστέ, * ἐκ τῆς Παρθένου ἀνεβλάστησας, * ἐξ ὄρους ὁ αἰνετὸς * κατασκίου δασέος· *
ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου * ὁ ἄυλος καὶ Θεός. * Δόξα τῇ δυνάμει σου, Κύριε.
ᾨδὴ ε´.
Θεὸς ὢν εἰρήνης, * Πατὴρ οἰκτιρμῶν, * τῆς μεγάλης βουλῆς σου τὸν ἄγγελον, * εἰρήνην παρεχόμενον, * ἀπέστειλας ἡμῖν· *
ὅθεν θεογνωσίας * πρὸς φῶς ὁδηγηθέντες, * ἐκ νυκτὸς ὀρθρίζοντες, * δοξολογοῦμέν σε, φιλάνθρωπε.
ᾨδὴ Ϛ´.
Σπλάγχνων Ἰωνᾶν * ἔμβρυον ἀπήμεσεν * ἐνάλιος θήρ, * οἷον ἐδέξατο· * τῇ Παρθένῳ δὲ * ἐνοικήσας ὁ Λόγος * καὶ σάρκα λαβών, *
διελήλυθε φυλάξας ἀδιάφθορον· * ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, * τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον.
ᾨδὴ ζ´.
Οἱ παῖδες εὐσεβείᾳ συντραφέντες, * δυσσεβοῦς προστάγματος καταφρονήσαντες, * πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, *
ἀλλ᾿ ἐν μέσῳ τῆς φλογὸς * ἑστῶτες ἔψαλλον· * Ὁ τῶν πατέρων Θεός, εὐλογητὸς εἶ.
ᾨδὴ η´.
Αἰνοῦμεν, εὐλογοῦμεν και προσκυνοῦμεν τὸν Κύριον.
Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος * ἐξεικόνισε κάμινος τύπον· * οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, * ὡς οὐδὲ πῦρ * τῆς Θεότητος
Παρθένου ἣν ὑπέδυ νηδύν· * διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· * Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον * καὶ ὑπερυψούτω * εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ´. Ἦχος α´.
Μεγάλυνον, ψυχή μου, * τὴν τιμιωτέραν * καὶ ἐνδοξοτέραν * τῶν ἄνω στρατευμάτων.
Μυστήριον ξένον * ὁρῶ καὶ παράδοξον· * οὐρανὸν τὸ σπήλαιον· θρόνον * χερουβικόν, τὴν Παρθένον· *
τὴν φάτνην χωρίον, * ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος * Χριστὸς ὁ Θεός·* ὃν ἀνυμνοῦντες μεγαλύνομεν.
Εὐαγγέλιον Ἐκ τοῦ κατὰ Λουκᾶν (ιβ´ 16-21)
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην·
Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα·
καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων·
τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου;
Καὶ εἶπε· τοῦτο ποιήσω·
καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω,
καὶ συνάξω ἐκεῖ πάντα τὰ γεννήματά μου καὶ τὰ ἀγαθά μου,
Καὶ ἐρῶ τῇ ψυχῇ μου·
ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά·
ἀναπαύου, φάγε, πίε, εὐφραίνου.
Εἶπε δὲ αὐτῷ ὁ Θεός·
ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας τίνι ἔσται;
Οὕτως ὁ θησαυρίζων ἑαυτῷ καὶ μὴ εἰς Θεὸν πλουτῶν.
Ταῦτα λέγων ἐφώνει·
Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω
Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας.


